Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.185 | Dem. 24.189 (English) | >>Dem. 24.191 |
24.187καὶ περὶ μὲν τούτου κατὰ σχολήν · ἃ δὲ Τιμοκράτης νῦν ἐρεῖ , πολλὰ λέγειν ἔτι πρὸς τούτοις ἔχων παύσομαι . οἶδα δʼ ὅτι , ὡς μὲν οὐκ ἀσύμφορος ὑμῖν ἐσθʼ ὁ νόμος καὶ παρὰ πάντας τοὺς νόμους εἰσενηνεγμένος καὶ κατὰ πάντʼ ἀδίκως ἔχων , οὐχ ἕξει λέγειν · ἀκούω δʼ αὐτὸν λέγειν ὡς ἐκτέτεισται τὰ χρήματʼ Ἀνδροτίωνι καὶ Γλαυκέτῃ καὶ Μελανώπῳ , καὶ ὅτι δεινότατʼ ἂν πάθοι πάντων ἀνθρώπων , εἰ πεποιηκότων ἐκείνων τὰ δίκαια , ὑπὲρ ὧν αὐτὸς αἰτίαν ἔχει θεῖναι τὸν νόμον , μηδὲν ἧττον αὐτὸς ἁλίσκοιτο .
24.188ἐγὼ δὲ τὸν λόγον ἡγοῦμαι τοῦτον οὐδὲ καθʼ ἓν λέγειν ἐνεῖναι τούτῳ . εἰ μὲν γὰρ ὑπὲρ τούτων , οὓς τὰ προσήκοντα φῂς πεποιηκέναι , θεῖναι τὸν νόμον ὁμολογεῖς , κατʼ ἐκεῖνο προσήκει σʼ ἁλίσκεσθαι φανερῶς , ὅτι μὴ τιθέναι νόμον , ἂν μὴ τὸν αὐτὸν ἐπὶ πᾶσι τοῖς πολίταις , ἄντικρυς οἱ κύριοι νόμοι λέγουσι , καθʼ οὓς οὗτοι δικάσειν ὀμωμόκασιν .
24.189εἰ δὲ τοῦ πᾶσι συμφέροντος εἵνεκα ταῦτα νομοθετῆσαι φήσεις , μὴ λέγε τὴν ἔκτισιν τὴν τούτων · οὐδὲν γὰρ κοινωνεῖ τῷ νόμῳ τῷδε · ἀλλʼ ὡς ἐπιτήδειός ἐστιν καὶ καλῶς ἔχων ὁ νόμος , τοῦτο δίδασκε . τοῦτο γάρ ἐσθʼ ὑπὲρ οὗ σὺ μὲν εἰσενεγκεῖν φῄς , ἐγὼ δὲ γέγραμμαι τἀναντία φάσκων , κρῖναι δὲ προσήκει τουτουσί . καίτοι καὶ τοῦτʼ οὐκ ἀπορήσαιμʼ ἂν δεῖξαι , πάντα μᾶλλον ἢ κατὰ τοὺς νόμους πεποιημένους τὴν ἔκτισιν ἐκείνους τὴν τῶν χρημάτων · ἀλλὰ μὴ περὶ τούτων ὑμῶν οἰσόντων τὴν ψῆφον , τί δεῖ ταῦτα λέγοντʼ ἐνοχλεῖν με νυνί ;
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.185 | Dem. 24.189 (English) | >>Dem. 24.191 |